Ancient Greek
P.Kron. 33
Documentary Papyri, P.Kron. 33
Not analysed yet
Ἀσκληπιάδης τῶι γεωργῷ χαίρειν. ἀπέχω παρὰ σοῦ τὸ ἐκφόριον τοῦ ἐνεστῶτος ιε ἔτους Ἁδριανοῦ τοῦ κυρίου ὧν γεωργεῖς μου κλήρου ἀρουρῶν δέκα δύο ἥμισυ περὶ Κερκῆσιν, ὑπολαβόντος σου τὴν ἀρταβείαν καὶ ναύβιον τῶν ἀρουρῶν, καὶ ὧν ἄλλων τυγχάνεις μισθῶσαι χερσονομῶν καὶ κταμίων πάντων, ἐπὶ τὸ αὐτὸ ἀρούρας εἴκοσι πέντε ἡμίσους ,ὧν τὸ σύμβολόν μοι ἀναδώσεις ἐν τοῖς ἄλλοις ἀνὰ χεῖρα ἔτεσι, καὶ ἀπέχω τὸν φόρον τῶν χερσονομῶν, δραχμὰς διακοσίας τεσσαράκοντα ἀκολούθως τῇ γεωργοῦ μισθώσει τῶν αὐτῶν ἀρουρῶν. ἔτους ιε Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ …