Ancient Greek
P.Kron. 40
Documentary Papyri, P.Kron. 40
Not analysed yet
ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Ἐπὶφ κθ. Ἀθηνίων καὶ μέτοχοι σιτολόγοι κώμης Κερκήσεως μεμετρήμεθα ἀπὸ γενημάτων τοῦ αὐτοῦ ἔτους εἰς Ἀσκληπιάδην διὰ Ἁρπαήσεως καὶ Σασώπιος γεωργῶν κοίτης Κερκήσεως πυροῦ μέτρῳ δημοσίῳ ξυστῷ ἐπαιτὸν ἀρτάβας εἴκοσι ἓξ δίμοιρον ὄγδοον· γίνεται πυροῦ ἀρτάβαι κϛ 𐅷η· καὶ εἰς Κρονίωνα Κρονίωνος φορέτρων Κερκήσεως πυροῦ ἀρτάβας ἓξ τέταρτον καὶ εἰς τὸν αὐτὸν Κρονίωνα Τεβτύνεως Ἀντωνιανῆς οὐσίας ἓξ ἥμισυ δωδέκατον· γίνεται πυροῦ ἀρτάβαι ϛ 𐅵ιβ …κ… …πυροῦ ἀρτάβαι λθ 𐅵ὄγδοον δωδέκατον