Ancient Greek
P.Kron. 45
Documentary Papyri, P.Kron. 45
Not analysed yet
Πετεεῦτι Φομναΐσιος παρὰ Κρονίωνος τοῦ Κρονίωνος τοῦ Τεῶτος ἀπὸ κώμης Τεβτύνεως. τυγχάνω ἑκουσίως καὶ αὐθαιρέτως ἐκβεβηκέναι τῆς ἀπὸ τοῦ ἐνεστῶτος ἔτους γεωργίας τῶν ὑπαρχόντων σοι περὶ κώμην Κερκῆσιν πρότερον Ἀσκληπιάδου κλήρου ἀρουρῶν δέκα δύο ἡμίσους καὶ κταμίων ἀρουρῶν δέκα δύο ἡμίσους ,ἐσπαρκέναι πύρινον καὶ χόρτου, σὲ δὲ ἀντεχόμενον καὶ ἑτέροις μεταμισθοῦν ἀπὸ τοῦ ἐνεστῶτος ἔτους· ἐὰν φαίνηται ἀπολῦσαι. Κρονίων ἐτῶν ξϛ οὐλὴ χειρὶ ἀριστερᾷ. ἔτους ιδ Ἀντωνείνου Καίσαρος τοῦ κυρίου.