Ancient Greek
P.Kron. 52
Documentary Papyri, P.Kron. 52
Not analysed yet
ἀντίγραφον ὁμολογίας. ἔτους β Ἀντωνείνου Καίσαρος τοῦ κυρίου μηνὸς Σεβαστοῦ β ἐν Τεβτύνι τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογοῦσιν ἀλλήλοις Κρονίων Κρονίωνος ὡς ἐτῶν νδ οὐλὴ πήχει ἀριστερῶι καὶ ἡ γενομένη αὐτοῦ γυνή, οὖσα δὲ καὶ ὁμοπάτριος καὶ ὁμομήτριος ἀδελφή, Ταορσενοῦφις ὡς ἐτῶν ν ἄσημος, αὐτὴ δὲ μετὰ κυρίου τοῦ ἀμφοτέρων πατρὸς Κρονίωνος τοῦ Χεῶτος ὡς ἐτῶν οϛ οὐλὴ χειρὶ δεξιᾷ συνῇρσθαι τὴν πρὸς ἀλλήλους συμβίωσιν ἥτις αὐτοῖς συνηστήκει ἀγράφως καὶ ἐξεῖναι ἑκατέρῳ αὐτῶν τὰ καθʼ ἑαυτὸν οἰκονομεῖν ὡς ἐὰν αἱρῆται, τῇ δὲ Ταορσενοῦφι σὺν ἑτέρωι ἀνδρὶ συμβιοῦν ἀσυκοφάντητι οὔσῃ κατὰ πάντα τρόπον· ὃν δὲ προφέρονται πάντες οἱ προγεγραμμένοι τὸν Κρονίωνα ἀπενεγκάμενον τῆς ἀδελφῆς Ταορσενούφεως κόσμον τὸν χρυσίου μναιαίου ἑνὸς καὶ τεταρτῶν δέκα καὶ ἀσήμου ὁλκῆς στατήρων εἴκοσι ὀκτὼ καὶ ἐξαργυρίσαντα εἰς τὸ ἴδιον ἐπάναγκον τὸν ὁμολογοῦντα Κρονίωνα ἀποδώσιν τῇ ἀδελφῇ Ταορσενούφει ἐν τοῖς ἴσοις κοσμαρίοις ἐν ἡμέραις ἑξήκοντα ἀπὸ τῆς ἐνεστώσης ἡμέρας, γεινομένης αὐτῇ Ταορσενούφει τῆς πράξεως ἐκ τοῦ ἀδελφοῦ Κρονίωνος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων· περὶ δὲ τῶν ἄλλων εἰς τὴν συμβίωσιν ἀνηκόντων μὴ ἐπελεύσεσθαι ἐπʼ ἀλλήλους περὶ μηδεμίαν παρεύρεσιν, τὸν δὲ Κρονίωνα ἐπὶ τὴν Ταορσενοῦφιν μηδὲ περὶ ὧν ἐωνήσατο καθʼ ὁνδέποτε τρόπον διὰ τὸ τὴν τούτων τιμὴν αὐτὴν ἐξ ἰδίων διαφόρων ἐξοδιακέναι, ἀλλὰ μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς πράγματος ἐνγράπτου μηδὲ ἀγράφου μέχρι τῆς ἐνεστώσης ἡμέρας. γεγόνασι δὲ αὐτοῖς ἐξ ἀλλήλων υἱοὶ Σασῶπις καὶ Πακῆβκις καὶ θυγάτηρ Τεφορσάειν.