Ancient Greek
P.Laur. 1 20
Documentary Papyri, P.Laur. 1 20
Not analysed yet
Ζώσιμος Εὐφροσύνῳ ἀδελφῷ χαίρειν. πρὸ μὲνπάντων εὔχομαί σε ὁλοκληρεῖν ἅμα τῇ συνβίῳ σου καὶ τοῖς τέκνοις σου. ασπάζω Ἄπαν προτέρου καὶ τοὺς ἡμῶν πάντας κατʼ ὄνομα. γινώσκειν σε θέλω, ὅτι ἐγενάμην πρὸς …εωνιαν καὶ ὁλοκληρεῖ ἡ ἀδελφή σου. ἀσπάζω Παπᾶν καὶ Ἀμμῶνιν τὸν νυκτόνγραφον καὶ Ἀθανάσιν. ἐρρῶσθαι ὑμᾶς εὔχομαι. παρὰ τοῦ ἀναδιδόντος σοι τὰ γράμματά μου κόμισαι μελικηρίδα. παρὰ Ζωσίμου Εὐφροσύνῳ ἀδελφῷ σημασία· εἰς τὸ α μέρος Ἀντινόου τῆς Ἑπτανομίας …