Ancient Greek
P.Laur. 1 7
Documentary Papyri, P.Laur. 1 7
Not analysed yet
……ὅνπερ φόρον μετρήσω τῷ …μηνὶ νέον καθαρὸν κεκοσκινευμένον μέτρῳ Ἀθηναίῳ ἐνιαύσιον ἀνυπερθέτως καὶ ἀποκαταστήσω τὸν αὐτὸν φόρον εἰς οἶκόν σου ἐν Ἑρμουπόλει ἰδίοις μου ζῴοις καὶ ἀναλώμασι καὶ τὴν ὑδροπαροχίαν ἐκτελέσω τοῦ προειρημένου ὑμετέρου χωρίου …τροφῶν αὐτῶν καὶ μισθοσάμενον καὶ ἀρδεύσω αὐτὸ ἐν… δεκα ἀκαταφρονήτως ἐφʼ ᾧ τέ σε τὸν γεοῦχον λαβεῖν …καὶ τοῦ καρποῦ τῶν ἐκεῖσε ὄντων φυτῶν καὶ φοινίκων καὶ …πρὸς χειρικὴν καὶ τὴν πᾶσαν ἀμπελουργικὴν ἐμὴν ἐργασίαν καὶ ἐπιμέλειαν καὶ …Σκάψω δὲ τὸ αὐτὸ χωρίον ἀμπελικὸν πέμπτον κατʼ ἔτος ἀκαταφρονήτως. παρέξω δὲ κατʼ ἔτος λόγῳ συνηθείας δελφάκιον ἓν καὶ πινάκιον ἓν μεστὸν διαφόρων βρωμάτων …. καὶ ψωμίων ζεύγη τριάκοντα ἀνυπερθέτως. ἡ μίσθωσις κυρία. …τοῦ …ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Κῦρος Ἰακκώβου ἀπὸ Ἑρμουπόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. …τοῦ …μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου Αὐρήλιος …μαρτυρῶ ἀκούσας παρὰ τοῦ θεμένου. …