Ancient Greek
P.Laur. 2 25
Documentary Papyri, P.Laur. 2 25
Not analysed yet
Αὐρήλιος Θέων γενόμενος ὑπομνηματογράφος βουλευτὴς Ἀλεξανδρείας Αὐρηλίῳ Κοπρεῖ βοηθῷ χαίρειν. καλὼς ποιήσεις μεταβαλόμενος Αὐρηλίῳ Ἰσιδώρῳ συμβουλευτῇ χρυσώνῃ ἐν Ἀλεξανδρείᾳ ἀργυρίου τάλαντα δύο καὶ δραχμὰς ἑξακοσίας τέσσαρας γίνονται τάλαντα β δραχμαὶ χ ἀριθμοῦ πλήρους ἀφʼ ὧν ἔσχον ἀπὸ λόγου συνάρσεως. αὕτη ἡ ἐπιθήκη οὖσά μου ἰδιόγραφος καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους δεκάτου καὶ ἔτους ἐνάτου τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἔτους β τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων. Αὐρήλιος Ἰσίδωρος …διὰ Αὐρηλίου Κοπρέους βοηθοῦ ἔσχον …ἀργυρίου τάλαντα δύο καὶ δραχμὰς ἑξακοσίας τέσσαρας τ…ι…