Ancient Greek
P.Laur. 2 42
Documentary Papyri, P.Laur. 2 42
Not analysed yet
θαυμάζω πῶς ἀκούσας ὡς ὅτι τλητης ναύτης ἐν τοῖς μέρεσι ὑμῶν ἐστιν καὶ ἠμέλησας αὐτὸν συλλαβέσθαι · ὑποδεξάμενος γὰρ τὸν γόμον ἀπενεγκεῖν εἰς Βαβυλῶνα τὸ ἥμισυ σχεδὸν ανήλωσεν. βοήθησον οὖν εἴτε διὰ σοῦ εἴτε ἀξιώσει τοῖς διαφέρουσιν Μαξίμου ἢ δολίως αὐτὸν συλλαβέσθαι· διακινεῖ γὰρ ἐν τοῖς μέρεσι ὑμῶν δύνανται δὲ οἱ ἀπὸ Ταμμουρῶ ἄγροικοι δολίως αὐτὸν συλλαβέσθαι. μεθυστὴς γάρ ἐστιν καὶ κακῆς προαιρέσεως. …τὸν κακὸν ναύτην πάντα …λαβέσθαι αὐτὸν ἑπτακόσια διπλᾶ …εἰς Βαβυλῶνα καὶ τετρακόσια …πάνυ ἐλυπήθην καὶ λυπούμεθα πάνυ σφόδρα διότι ἐτόλμησας ποιήσῃς πρᾶγμα τοιοῦτο Ἀθηᾶτι χριστιανὴ οὖσα, διότι καὶ λαικὴ οὖσα καὶ μηδέποτε εὑρέθη ποιοῦσα πράγματα τοῦ κόσμου. …γνῶθι ὅτι σπεκουλάτωρα γέγονεν Θεόδωρος ὁ Τηείτης. ἦλθεν μετὰ Θέωνος τοῦ ἀδελφοῦ μου. …