Ancient Greek
P.Laur. 3 86
Documentary Papyri, P.Laur. 3 86
Not analysed yet
κατεχωρίσθη Πατάμμωνι καὶ Ἥρωνι κεκοσμητευκόσι βιβλιοφύλαξι δημοσίων λόγων ὑπὸ Διοσκόρου Θέωνος καὶ τῶν λοιπῶν σιτολόγων Σετρεμπαεὶ διὰ Δείου τοῦ καὶ Εὐδαίμονος γραμματέως μέτρημα κατʼ ἄνδρα εἰσδοχῆς τοῦ σίτου καὶ μηνιαῖα ἐπὶ κεφαλαίου καὶ κατʼ ἄνδρα τῶν ἀπὸ διαφόρων φορέτρων τοῦ Ἐπεὶφ μηνὸς τοῦ ἐνεστῶτος κβ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἀπὸ γενήματος τοῦ αὐτοῦ ἔτους. ἔτους κβ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Ἐπὶφ κϛ. Ἁρενδώτης γραμματεὺς σεσημείωμαι.