Ancient Greek
P.Laur. 4 155
Documentary Papyri, P.Laur. 4 155
Not analysed yet
Αὐρηλίῳ Ἀπολλωνίῳ τῷ καὶ Διονυσίῳ γενομένῳ ὑπομνηματογράφῳ τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων γυμνασιαρχήσαντι βουλευτῇ καὶ ὡς χρηματίζει τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως ἐνάρχῳ πρυτάνει. παρὰ τοῦ κοινοῦ τῶν χαλκέων τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγκιτῶν πόλεως διʼ Αὐρηλίων Ἑρμογ… καὶ …ρου καὶ Σαραπιάδους Διδύμου αἰτούμεθα ἐπισταλῆναι ἐξοδιασθῆναι ἡμῖν λεω… αμ…ξ…ς καὶ ι… γίνονται δραχμαὶ Ευ, χωρούντων εἰς ἐπισκευὴν τοῦ ἐπισκευαζομένου βαλανείου τῆς αὐτῆς πόλεως λεγομένου ὁλκῆς μνῶν ιδ ὡς …γίνονται ἐπὶ τὸ αὐτὸ τῆς τιμῆς τάλαντον α δραχμαὶ Ευ καὶ ἀξιοῦμεν ἐπιστεῖλαί σε τῷ ταμιείᾳ τῶν πολιτικῶν χρημάτων τὸν ἐξοδιασμὸν ἡμῖν ποιήσασθαι κατὰ τὸ ἔθος …