Ancient Greek
P.Laur. 4 165
Documentary Papyri, P.Laur. 4 165
Not analysed yet
……υρα καὶ ὡς χρηματίζει. παρὰ …τιδιος μητρὸς Ταοννώφρεως ἀπὸ κώμης Θώλθεως ἀπηλιώτου. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι πρὸς μόνον τὸ ἐνεστὸς ιδ ἔτος καὶ β ἔτος ἀπὸ τῶν ὑπαρχόντων σοι περὶ τὴν αὐτὴν κώμην ἀρούρας …ἥμισυ εἰς σπορὰν χόρτου, φόρου ἀποτάκτου χόρτου …μακροφυοῦς ἀρτάβας …ἀκινδύνων παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς σὲ τὸν γεοῦχον κυριεύοντα τῶν καρπῶν ἕως τὸν φόπον ἀπολάβῃς. βεβαιουμένης δέ μοι τῆς ἐπιδοχῆς… ἐφʼ ἁλώνων τῆς αὐτῆς κώμης χορτόσπερμον καθαρὸν ἀπὸ θρύου καὶ βοτάνης εὐάρεστον μέτρῳ τετάρτῳ σου τοῦ γεούχου, γεινομένης σοι τῆς πράξεως παρὰ τε ἐμοῦ ὡς καθήκει. κυρία ἡ ἐπιδοχὴ καὶ ἐπερωτηθεὶς ὡμολόγησα. …ιδ ἔτους καὶ β ἔτους τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Σεουήρου καὶ Μαξιμίνου τῶν ἐπιφανεστάτων Καίσαρων Φαῶφι κζ …ς μεμίσθωμαι τὴν γὴν… …ὡς πρόκειται …ο…