Ancient Greek
P.Leid.Inst. 1 21
Documentary Papyri, P.Leid.Inst. 1 21
Not analysed yet
ἔτους γ Παῦνι λ πέπτωκεν ἐπὶ τὴν ἐν Πτολεμαίδι Εὐεργέτιδι τράπεζαν Φιλοξένῳ τραπεζίτῃ ὡς βασιλεῖ παρὰ Ἑλένης τῆς Ἀφροδισίου τέλος ἀμπελῶνος συνφύτου ἀναδενδραδικοῦ ἡμιαρουρίου ἢ ὅσων ἐὰν ᾖ καὶ τοῦ ἐπιβάλλοντος πέμπτου μέρους ὑποδοχείου καὶ κρήνης λιθίνης καὶ τῶν συγκυρόντων πάντων τῶν ὄντων ἐν β …η…ς και…υφο περὶ Ἰβιῶνα Εἰκοσιπενταρούρων τῆς Πολέμωνος μερίδος, γείτονες νότου Σενήσιος τῆς Ζωισίμου ἀμπελὼν διʼ οὗ ποτίζεται ὁ προγεγραμμένος ἀμπελών, βορρᾶ εἴσοδος κοινὴ καὶ ὑδραγωγός, λιβὸς Ἰσιδώρας τῆς Ἰσιδώρου ἀμπελών, ἀπηλιώτουἩρωίδου τοῦ Ἀπολλωνίου ἐλαιωνοπαράδεισος ἀνὰ μέσον οὔσης τῆς …ης Ἑλένης δι…υπ… β, ὧν ἔφη ἠγορακέναι αὐτὸν κατὰ συγγραφὴν παρὰ Ζωισίμου τοῦ Νικάνορος καὶ τῆς τούτου γυναικὸς Διοδώρας τῆς Καλλίωνος ταλάντων ι χαλκοῦ πρὸς ἀργύριον τάλαντον α, γίνεται τάλαντον α. Πτολεμαίου ἔτους γ