Ancient Greek
P.Leid.Inst. 1 27 Ro
Documentary Papyri, P.Leid.Inst. 1 27r
Not analysed yet
…ι…νιδοσ…υ Ζώπυρος Θέωνι τῷ τιμιωτάτῳ χαίρειν. ἔλαβον τὸν χρηματισμὸν τῆς μιᾶς ἡμίσους τετάρτης ἀρούρης πρὸς …ησιν καὶ …ισμ ἐκ τῶν Ἰσιζέλμιος καὶ Ζαζέλμιος κλήρων, οὗ γείτονες· νότου Κλαυδία Ἡράκλεια καὶ ἄλλων, βορρᾶ καὶ ἀπηλιώτου Ἰάσων Πτολεμαίου καὶ ἄλλων, λιβὸς βουνός. ἡ Τεσενπτόλλις ἀπὸ κώμης Θμοινέτει τοῦ Κυνοπολίτου, ὁ δὲ Σαμβίων Δωσιθέου μητρὸς Δημαρίου ἀπὸ Ψύχεως τοῦ Πασκὼ τοῦ Ἑρμοπολίτου. ἔστι σοῦ τὸ γραμματικόν, ὡς θέλεις.