Ancient Greek
P.Leid.Inst. 1 50
Documentary Papyri, P.Leid.Inst. 1 50
Not analysed yet
……ρυ… καὶ ὑδροφυλακίας δημοσίων χωμάτων καὶ ἀπὸ παντὸς οὑτινοσοῦν ἄλλου καὶ ἀπὸ δημοσίων πάντων καὶ ἐπιμερισμῶν τῶν μέχρι τοῦ διελθόντος ιθ ἔτους καὶ αὐτοῦ τοῦ διελθόντος ιθ ἔτους διὰ τὸ τὰ ἀπὸ τοῦ ἐνεστῶτος κ ἔτους τούτων πρόσφορα εἶναι σοῦ τῆς ὠνουμένης πρὸς ἣν καὶ εἶναι τὰ ἀπὸ τοῦ αὐτοῦ κ ἔτους παντοῖα τελέσματα. κυρία ἡ πρᾶσις …γραφεῖσα ἥνπερ καὶ ποιήσομαί σοι διὰ δημοσίου μηδὲν ἕτερον λαμβάνων παρὰ σοῦ τῶν τελῶν καὶ γραμματικῶν ὄντων πρὸς σέ. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς γενέσθαι ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγησα. …