Ancient Greek
P.Leid.Inst. 1 66
Documentary Papyri, P.Leid.Inst. 1 66
Not analysed yet
μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Θεοδοσίου τὸ ιβ καὶ Οὐαλεντινιανοῦ τὸ β τῶν αἰωνίων Αὐγούστων …Αὐρήλιος Ἰωσῆφ Τιμοθέου ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως Αὐρηλίῳ …τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ ἐν χρήσει διὰ χειρὸς ἐξ οἴκου σου εἰς ἰδίαν μου καὶ ἀναγκαίαν χρείαν χρυσοῦ νομισμάτιον ἁπλοῦν δεσποτικὸν δόκιμον ἕν, γίνεται χρυσοῦ νομισμάτιον α κεφαλαίου, ὅπερ ἀκίνδυνον ὂν ἀπὸ παντὸς κινδύνου ἐπάναγκες ἀποδώσω σοὶ ὁπόταν αἱρῇ …καὶ ἀνυπερθέτως γιγνομένης σοι τῆς πράξεως παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων. κύριον τὸ γραμμάτιον ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἰωσῆφ Τιμοθέου ὁ προκείμενος ἔσχον τὸ τοῦ χρυσοῦ νομισμάτιον ἓν καὶ ἀποδώδω ὁπόταν αἱρῇ ὡς πρόκειται. …ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος di’ emu… γραμμάτιον Ἰωσῆφ