Ancient Greek
P.Leid.Inst. 1 72
Documentary Papyri, P.Leid.Inst. 1 72
Not analysed yet
δέδωκεν ὀνόματος Ἰωάννου Πιλλαγίου διὰ τοῦ Ἀβᾶ Γεωργίου τοῦ ἁγίου μοναστηρίου Ἀβᾶ Σαβίνου διὰ Φοιβάμμωνος γεωργοῦ ὑπὲρ τέλους σίτου κώμης Αεως κανόνος ἑβδόμης ἰνδικτίονος χρυσοῦ κεράτια ἐννέα ζυγῷ γίνεται χρυσοῦ κεράτια θ ζυγῷ. Φλάουιος Κολλοῦθος ἐξκέπτωρ καὶ πάγαρχος Ἀντινόου διὰ μου Γενναδίου σὺν θεῷ βοηθοῦ στοιχεῖ τὸ ἐντάγιον ὡς πρόκειται. ἐγράφη Παῦνι γ ζ ἰνδικτίονος.