Ancient Greek
P.Leid.Inst. 2 48
Documentary Papyri, P.Leid.Inst. 2 48
Not analysed yet
τῷ κυρίῳ μου ἀδελφῷ πλεῖστα χαίρειν. γίνωσκε Σαραπάμμωνα τὸν ἀδελφὸν Σουχάμμωνος ἐλθόντα παρ’ ὑμῶν λέγοντα ὅτι καταβαίνω εἰς Ναρμοῦθιν ἔχων Παλμυρηνὸν ἀπαιτῆσαι τὴν λοιπάδα τοῦ ε ἔτους . εἶπον αὐτῷ ὅτι εἰ δι’ ὑμᾶς καταβαίνεις εἰς Ναρμοῦθιν, μηδὲ καταβῇς χάριν ἡμῶν . αὐτὸς δὲ ἔστη λέγων μοι ὅτι τὴν ἡμίσειαν δὸς ἄρτι, φέρε δεκαπέντε ἀρτάβας ἢ τριάκοντα χρυσοῦς . παρετήρει δὲ αὐτοὺς τὰς δύο ἡμέρας ἄχρις ἂν γράψω σοι. ἀντίγραψόν μοι οὖν ἐν τῇ αὔριον περὶ τούτου perpendicular …μὴ καταβῇς, ἀλλὰ perpendicular …ἐρρῶσθαι σε εὔχομαι …