Ancient Greek
P.Leit. 1
Documentary Papyri, P.Leit. 1
Not analysed yet
ἀντὶ Πασίωνος Ἁρποκρατίωνος τοῦ Πασίωνος καὶ Ἀμμωνίου Θώνιος τοῦ Ἀμμωνίου, τῶν δύο πρεσβυτέρων Νεμερῶν νυνὶνόσῳ κατασχεθέντων, δίδωμι καὶ εἰσαγγέλλω τὰ ὑπογεγραμμένα εὔπορα καὶ ἐπιτήδεια. ἔστι δέ· Δημᾶς Φαμουνίου μητρὸς Χάρμιτος ἀπὸ Πάμεως ἐτῶν μγ ἔχων οἰκόπεδα δραχμῶν Α Ἀπολλώνιος Ἀπολλωνίου μητρὸς Πετιπαριλίμιος ἀπὸ τῆς αὐτῆς ἐτῶν …ἔχων οἰκόπεδα δραχμῶν Α Παποντῶς Ὥρου μητρὸς Τασοντοοῦτος ἀπὸ Θώλθεως κατώ, καταγινόμενος ἐν Νεμέραις, ὡς ἐτῶν ν ἔχων ἐν Πάμει ἀρούρης 𐅵μετὰ καὶ οἰκοπέδων δραχμῶν ω Ἀρπαῆσις Πανινούθου τοῦ Ἁρπάλου μητρὸς Πενκαλώσεως ἀπὸ Θώλθεως …ἐτῶν να ἔχων ἐκ τῆς κ… ἀρούρης 𐅵μετὰ καὶ οἰκοπέδων δραχμῶν ψ.