Ancient Greek
P.Lille 1 21
Documentary Papyri, P.Lille 1 21
Not analysed yet
ἔτους κϛ, Μεχεὶρ κε ἀρτάβας τετρακοσίας τεσσαράκοντα ὀκτὼ γίνονται υμη ἔτους κϛ, Μεχεὶρ κε. ὁμολογεῖ Ἡρακλείδης ναύκληρος τῆς Ἡρακλείτου προσαγωγίδος ἀρταβῶν Γφ ἐμβεβλῆσθαι ἐπὶ τοῦ κατὰ Πτολεμαίδα ὅρμου ὥστε εἰς Ἀλεξάνδρειαν εἰς τὸ βασιλικὸν ἀπὸ τῶν γενημάτων τοῦ κε ἔτους διὰ Ἡρακληοτόρου τοῦ ἀντιγραφομένου παρὰ βασιλικοῦ γραμματέως περὶ τὸ ἐργαστήριον ἀρτάβας τετρακοσίας τεσσαράκοντα ὀκτὼ γίνονται υμη μέτρῳ δοχικῶι τῷ συμβεβλημένῳ πρὸς τὸ χαλκοῦν καὶ σκυτάλῃ δικαίᾳ καὶ οὐθὲν ἐγκαλῶ. υμη