Ancient Greek
P.Lille 1 26
Documentary Papyri, P.Lille 1 26
Not analysed yet
Ἀπολλώνιος τῶι πατρὶ χαίρειν. ἔγραψάς μοι περὶ τῆς εἰς τὴν σησαμείαν γῆς, μάλιστα δὲ περὶ τῆς ἐν Πατῶντι· αὕτη μὲν οὖν ἐστιν παντελῶς ἀπηργμένη καὶ ἡ κώμη ἔρημος διὰ τὸ πλείω χρόνον μὴ βεβρέχθαι· τὴν δὲ λοιπὴν γῆν, θαυμαζω, εἰ μὴ ἀκολουθεῖς ἅπαντα καθώς ἐστιν ἐπὶ τῆς διαγραφῆς τοῦ εἰς τὸ ιε ἔτος σπόρου μεμισθῶσθαι τοῖς γεωργοῖς· ἐκ δὲ τοῦ προτέρου μέρους διασάφησον ὅσον βούλει καὶ ἐν αἷς κώμαις ἐξέσται ἡμᾶς λαβεῖν καὶ χρηματίσασθαι τὴν παρὰ τοῦ βασιλικοῦ χορηγίαν, περὶ δὲ τούτου τοῦ μέρους δεήσει ἐπισχεῖν ἕως ἂν μάθωμεν περὶ τῶν κεχρηματισμένων εἰς τὸν νομόν. ἔρρωσο. ἔτους ιδ, Τῦβι ζ. Ἀπολλωνίωι.