Ancient Greek
P.Lille 1 29
Documentary Papyri, P.Lille 1 29
Not analysed yet
ἐὰν δέ τις περὶ ἀδικήματος ἑτέρου οἰκέτηι ὄντι δίκην γραψάμενος ὡς ἐλευθέρωι καταδικάσηται ἐξέστω τῶι κυρίωι ἀναδικῆσαι ἐν ἡμέραις ε, ἀφʼ ἧς ἂν ἡ εἴσπραξις γίνηται, καὶ ἂν καταδικασθῆι ἡ δίκη, τό τε ἐπιδέκατον ἢ ἐπιπεντεκαιδέκατον ἀποτινέτω ὁ κύριος, καὶ ἡ πρᾶξις συντελείσθω κατὰ τοὺς νόμους τοὺς περὶ τῶν οἰκετῶν ὄντας, πλὴν ὧν τὸ διάγραμμα ἀπαγορεύει. μηθενὶ ἐξέστω σώματα πωλεῖν ἐπʼ ἐξαγωγῆι, μηδὲ στίζειν, μηδὲ …ἐπιχωρήσηι. …ι… δικαστὴς …ἐξέστω καὶ τοῖς δούλοις μαρτυρεῖν. τῶν δὲ δούλων τῶν μαρτυρησάντων οἱ δικασταὶ τὴν βάσανον ἐκ τῶν σωμάτων ποιείσθωσαν, παρόντων τῶν ἀντιδίκων, ἐὰν μὴ ἐκ τῶν τεθέντων δικαιωμάτων δύνωνται κρίνειν. δούλων ἐπίκλησις καὶ τοῖς καταδικασαμένοις πρᾶξις. ὃς ἂν ἐγκαλῆι ὑπὸ δούλου ἢ δούλης ἀδικεῖσθαι, λέγων τὸ ἀδίκημα τῶι κυρίωι ἐναντίον μὴ ἔλασσον ἢ δύο μαρτύρων, ἀπογραφέσθω πρὸς τοὺς νομοφύλακας καὶ ἀπαγορευέτω …δ… γραφθ… φων ημ… σασθαι… κληματ… δούλωι υφ… προσγραφέσθω …κατὰ τὸν νόμον …πρασσέσθω το… γραφέντα ἐπίτιμα διπλᾶ ?. ἐὰν δ ἀμφισβήτηι …τοῦ κυρίου, μὴ κελεύοντος αὐτοῦ, μηδὲ εἰδότος τὸ ἀνδράποδον ἀδικῆσαι· ἐὰν δὲ …τὸ δικαστήριον …πρότερον δ… καὶ ……κελευοντ ……διαγνωσθῆι ἐκ δικ… ἀδικῆσαι, τὴν ζημίαν τὴν καταδικασθεῖσαν ἐπ… ὁ ὀφλὼν καὶ προσαποτινέτω τὸ πέμπτον μέρος τῆς ζημίας τῆς καταδικασθείσης τῶι ἀντιδίκωι, κατὰ τὸν νόμον διοτι ἀμφισβητης… διαγνωσθῆι, μὴ εἰδότος αὐτοῦ μηδὲ κελεύοντος, ἐξέστω …τῶι ὀφλόντι τὴν δίκην παραδόντι τὸ ἀνδράποδον τῶι καταδικασαμένωι ἐναντίον τῶν νομοφυλάκων ἀφεῖσθαι τῆς καταδίκης· ὁ δὲ παραλαβὼν τὸ ἀνδράποδον μαστιγωσάτω μὴ ἔλασσον ἑκατὸν πληγῶν καὶ στιξάτω τὸ μέτωπον, ὡς τὰ διαγράμματα ἀγορεύει ……αν αγε εἰς Ἀλεξάνδρειαν ἀποδόσθω ἐπὶ ἐξαγωγῆι