Ancient Greek
P.Lille 1 39
Documentary Papyri, P.Lille 1 39
Not analysed yet
Διογένης Θρασυμήδει χαίρειν. σύνταξον μετρῆσαι Θεοδώρωι καὶ Θευγένει καὶ Νικάνορι εἰκοσιπενταρούροις ἐπιγόνοις δάνειον εἰς κάτεργον ὃ ἀποδώσουσιν ἐκ νέων ἅμα τοῖς ἐκφορίοις ἐν τῶι λϛ ἔτει κριθοπυροῦ ἢ κριθῆς παλαιᾶς ἀρτάβας κ ἔρρωσο. ἔτους λε, Θῶυθ λ. Διογένης Θρασυμήδει χαίρειν. σύνταξον, μετρῆσαι Θεοδώρωι καὶ Θευγένει καὶ Νικάνορι εἰκοσιπενταρούροις ἐπιγόνοις δάνειον εἰς κάτεργον ὃ ἀποδώσουσιν ἐκ νέων ἅμα τοῖς ἐκφορίοις ἐν τῶι λϛ ἔτει κριθοπυροῦ ἢ κριθῆς παλαιᾶς ἀρτάβας εἴκοσι . ἔρρωσο. ἔτους λε Θῶυθ λ. Θεοδώρωι Θρασυμήδει.