Ancient Greek
P.Lille 1 4
Documentary Papyri, P.Lille 1 4
Not analysed yet
……αστο …αν ἑκάστωι …μιυλης …ἀπο ……τῆς παρὰ Μαρσύου γραφείσης ἡμῖν ἐπιστολῆς ὑποτέθεικά σοι τὸ ἀντίγραφον, ὅπως εἰδῆις. ἔτους ε Ἀπελλαίου ζ Παχὼν ζ. Μαρσύας Στρατοκλεῖ καὶ Λαμίσκωι χαίρειν. τῆς πρὸς Θεογένην ἐπιστολῆς ὑπογεγράφαμεν ὑμῖν τὸ ἀντίγραφον, ὅπως ἐπικατακολουθοῦντες ποιῆτε κατὰ ταῦτα. …βαςλ …ἔτους ε Ὑπερβερεταίου κθ Φαμενὼθ κθ. Θεογένει. ὑπογεγραφα…ηι σοι α…ν… τοῦ γενομένου ἐπιμελητοῦ ἔτους ε Γορπιαίου Μεχεὶρ σύνταξον ἀναλαβεῖν τοὺς κλήρους ἅπαντας σὺν τοῖς ἐνεστηκόσιν ἐκφορίοις. ἔτους ε Ὑπερβερεταίου κβ Φαμενὼθ κβ. Ἡδύλος Ἡδύλου, Δέξανδρος Νίκωνος. ιζ Ὥρωι. τῆς πρὸς Ἡρακλείδην τὸν οἰκονόμον ἀντίγραφον. μετετέθη εἰς Ἡρακλείδην τὸν οἰκονόμον Ἡρακλείδηι. . τὴν προσεκκειμένην ἀγορὰν τοῦ οἴνου διὰ τοῦ συμβόλου τοῦ παρὰ Θεογένους εἰς τὴν β ἑξάμηνον τοῦ ε ἔτους μάλιστα σύνταξον ἀποδοῦναι Μεγαλλεῖ τῶι ἡγεμόνι δραχμὰς μβ τῆς β διπλῆς το… ιγ καὶ σύμβολον ποιήσασθαι πρὸς αὐτόν. ιη Στράτων Στρατοκλεῖ καὶ Λαμίσκωι χαίρειν. τῆς πρὸς Θεογένην ἐπιστολῆς ὑπογέγραφα ὑμῖν τὸ ἀντίγραφον, ὅπως ἐπακολουθοῦντες ποιῆτε κατὰ ταῦτα. ἔτους ε Ἀπελλαίου ιγ Παχὼν ιγ. Θεογένει. γράψαντος ἡμῖν Λαμίσκου τοῦ ἐπὶ συντάξεως, ὑπηρέτου τῶν ἐν τῶι Ἀρσινοΐτηι τὴν σπόριμον κεκληρουχημένων τριακονταρούρων Μακεδόνων, ὧι ὑπῆρχεν ἡ γῆ αὐτῶι καὶ ἐκγόνοις, τελευτήσαντος ἔτους ε Τῦβι ιε, …γραμματέα κληρούχων ἐπεσταλκέναι Ἡρακλείδει οἰκονόμωι καὶ Ὥρωι βασιλικῶι γραμματεῖ ἐν τῶι αὐτῶι χρόνωι κατέχειν τὸν κλῆρον ἐν τῶι βασιλικῶι σὺν τοῖς ἐκ τοῦ ἐνεστηκότος σπόρου ἐκφορίοις ἕως τοῦ, ἐὰν ὑπάρχωσιν αὐτῶι υἱοί, ἐπιγραφῆναι ἐν ταῖς κατὰ τὸ πρόσταγμα ἡμέραις, ἐγράφη σοι ἔτους ε Ὑπερβερεταίου ιβ Φαμενὼθ ιβ συντάξαι κατέχειν τὸν κλῆρον ἐν τῶι βασιλικῶι σὺν τοῖς ἐκφορίοις καθότι ἐγεγράφη. ἐπεὶ οὖν μετὰ ταῦτα γέγραφεν Στρατοκλῆς ὁ γραμματεὺς καὶ ὁ Λαμίσκος ἐπιγέγραφεν