Ancient Greek
P.Lille 1 41
Documentary Papyri, P.Lille 1 41
Not analysed yet
Διογένης Θρασυμήδει χαίρειν. σύνταξον μετρῆσαι Μένητι εἰκοσιπενταρούρωι ἐπιγόνωι δάνειον εἰς κάτεργον καὶ συναγωγὴν φθινοπωρικοῦ σησάμου ὃ ἀποδώσει ἐκ νέων ἅμα τοῖς ἐκφορίοις ἐν τῶι λϛ ἔτει κριθῆς παλαιᾶς ἢ κριθοπυροῦ ἀρτάβας ν καὶ Βρομένωι ὡσαύτως ἀρτάβας ι. ἔρρωσο ἔτους λε Ἁθὺρ ϛ Διογένης Θρασυμήδει χαίρειν. σύνταξον μετρῆσαι Μένητι εἰκοσιπενταρούρωι ἐπιγόνωι δάνειον εἰς κάτεργον καὶ συναγωγὴν φθινοπωρικοῦ σησάμου ὃ ἀποδώσει ἐκ νέων ἅμα τοῖς ἐκφορίοις ἐν τῶι λϛ ἔτει κριθῆς παλαιᾶς ἢ κριθοπυροῦ ἀρτάβας ν καὶ Βρομένωι ὡσαύτως ἀρτάβας δέκα . ἔρρωσο ἔτους λε Ἁθὺρ ϛ Μένητος κατέργου Θρασυμήδει