Ancient Greek
P.Lille 1 47
Documentary Papyri, P.Lille 1 47
Not analysed yet
Διογένης Θρασυμήδει χαίρειν· σύνταξον μετρῆσαι διὰ Σενθέως μυριαρούρου καὶ κωμογραμματέως Παώφιος τοῖς ἐν Θεογονίδι γεωργοῖς δάνειον εἰς κάτεργον καὶ ποιολογίαν ὃ ἀποδώσουσιν ἐκ νέων ἅμα τοῖς ἐκφορίοις ἐν τῶι λϛ ἔτει κριθοπυροῦ ἢ κριθῆς παλαιᾶς ἀρτάβας φϙδ καὶ τοῖς ἐν Ταλίθει ἀρτάβας τπζ δ καὶ τοῖς ἐν Κερκεοσίρει ἀρτάβας γβη δ. ἔρρωσο. ἔτους λε, Ἁθὺρ α. Διογένης Θρασυμήδει χαίρειν· σύνταξον μετρῆσαι διὰ Σενθέως μυριαρούρου καὶ κωμογραμματέως Παώφιος τοῖς ἐν Θεογονίδι γεωργοῖς δάνειον εἰς κάτεργον καὶ ποιολογίαν ὃ ἀποδώσουσιν ἐκ νέων ἅμα τοῖς ἐκφορίοις ἐν τῶι λϛ ἔτει κριθοπυροῦ ἢ κριθῆς παλαιᾶς ἀρτάβας φϙδ καὶ τοῖς ἐν Ταλίθει ὡσαύτως ἀρτάβας τπζ δ τοῖς ἐν Κερκεοσίρει ἀρτάβας τκη δ ἔρρωσο. ἔτους λε, Ἁθὺρ ια Σενθέως Θρασυμήδει κατέργου