Ancient Greek
P.Lille 1 60
Documentary Papyri, P.Lille 1 60
Not analysed yet
Δωρόθεος τῶι μετόχωι χαίρειν· καλῶς ποιήσεις προέμενος τοὺς παρὰ Διοδώρου τοῦ Θεοδώρου τῶι καὶ φέροντί σοι τὸ ἐπιστόλιον ἢ τὸ σύμβολον τῶν ϙδ 𐅵ἢ ὅσαι ἐὰν ὦσιν ἐν τῶι πρώτωι ἀγγέλματι. κόμισαι δὲ καὶ παρʼ αὐτοῦ ἐκ Σάθρων τὸ μετρούμενον πυροῦ ἀρτάβας ξδ καὶ πρόσθες πρὸς τὸ λογάριον ἔρρωσο. ἔτους κα Θῶυθ ζ