Ancient Greek
P.Lips. 1 108
Documentary Papyri, P.Lips. 1 108
Not analysed yet
Ὡρίων Ἥρωνι τῷ φιλτάτωι χαίρειν. ἐπεὶ ὁ υἱός μου Διονύσιος ὢν παρʼ ἐμοὶ ἔγραψέ σοι, ὡς ἐμοῦ μέλλοντος ἐλθεῖν πρός σε καὶ οὐκ ἠδυνήθην διὰ τὸ ἐμὲ μετρίως ἔχοντα, ἔπεμψα σοι τὸν ἀδελφὸν αὐτοῦ Δίδυμον ποιοῦντά μου τὸν τόπον ὡς ἐμοῦ ὄντος παρά σοι. ἄσπασαι τὰ ἀβάσκαντά σου παιδία. ἐρρῶσθαί σε εὔχομαι Ἥρωνι παρὰ Ὡρίωνος φίλου.