Ancient Greek
P.Lips. 1 110
Documentary Papyri, P.Lips. 1 110
Not analysed yet
Σαραπίων …τῇ κυρίᾳ μου μητρὶ …Δημητροῦδι πολλὰ χαίρειν. γράφω σοι διὰ Ἡλιοδώρου τοῦ ἡμετέρου ἀπὸ Καισαρείας μέλλων ἐξιέναι ἐπὶ τὴν Καπαδοκίαν ἐρρωμένος, εὐχόμενος ὅπως ὁλοκληροῦσάν σε καὶ ὑγιαίνουσαν ἀπολάβω καὶ τὸ προσκύνημά σοι ποιῶ παρὰ τοῖς ἐπιξενοῦμαι θεοῖς. ἤδη πολλάκις σοι ἐπέστειλα περὶ τῆς σωτηρίας σου καὶ σὺ οὐκ ἠξίωκάς μοι ἐπιστεῖλαι. καὶ ἂν διὰ λόγου μοι πέμψον εἰ ὁλοκληρεῖς ἢ ὡς ᾖς, ἵνα ἀμέριμνος ὦμαι, ἀλλὰ ἕως νῦν ὀλιγωρῶ τὰ περὶ σοῦ μὴ κομισάμενός σου γράμματα. τάχα δὲ ἀξιώσω τὸν πάτρωνά μου καὶ ἐν τάχει ἔλθω πρὸς ὑμᾶς ἵνα ὑμᾶς προσκυνήσω διὰ πολλοῦ χρόνου. δύνασθε δὲ πυθέσθαι τὰ περὶ ἐμοῦ ἀπὸ τῶν ἡμετέρων τοῦτʼ ἔστιν Νείλου καὶ ἀπὸ Εὐδαίμονος καὶ ἀπὸ τῶν ἐλθόντων πρὸς ὑμᾶς. τὴν κυρίαν μου ἀδελφὴν πολλὰ προσαγόρευε Ταῆσιν καὶ τὸν ἀδελφόν μου Ζωιλᾶν καὶ τοὺς φίλους πάντας μεθʼ ὧν ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις. Σαραπίων τῇ μητρὶ …Δημητροῦδι.