Ancient Greek
P.Lips. 1 118
Documentary Papyri, P.Lips. 1 118
Not analysed yet
ἐμίσθωσεν Θερμοῦς Θέωνος μητρὸς Ἑλένης ἀπʼ Ὀξυρύγχων πόλεως μετὰ κυρίου τοῦ ἀνδρὸς Ποπλίου Πετσείριος τοῦ Ἤλειτος ἀπὸ τῆς αὐτῆς πόλεως Βόλφει χρηματίζοντι μητρὸς Τοθεῦτος ἀπὸ Φθώχεως Πέρσῃ τῆς ἐπιγονῆς εἰς ἔτη τέσσαρα ἀπὸ τοῦ ἐνεστῶτος τετάρτου καὶ εἰκοστοῦ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ Κυρίου τὰς ὑπαρχούσας αὐτῇ περὶ τὴν Φθῶχιν ἀρούρας ὀκτὼ ,ἅσπερ ἐπὶ τοῦ δέοντος καιροῦ κατασπερεῖ ὁ Βόλφις πυρῷ μὲν ἐξ ἡμίσους, χλωροῦ δὲ ἐκ τοῦ ἄλλου ἡμίσους ὥστε καὶ ἐπὶ τὰ ἄλλα ἔτη τρία σπεῖραι καὶ ξυλαμῆσαι ὁμοίως τὸ μὲν ἥμισυ πυρῷ, τὸ δὲ ἄλλο ἥμισυ χλωροῖς, ἐπὶ δὲ τοῦ ἐσχάτου ἐνιαυτοῦ εἰς βρῶσιν προβάτων καὶ κοίτην, ἐκφορίου καὶ φόρου τῶν ὅλων ἀρουρῶν ὀκτὼ ἐπὶ τὴν τετραετίαν κατʼ ἔτος ἀποτάκτου πυροῦ ἀρταβῶν τριάκοντα καὶ ἀργυρίου δραχμῶν ἑκατὸν εἴκοσι καὶ περὶ τὴν αὐτὴν κώμην ἄλλην ἄρουραν μίαν ,ἣν ἐπὶ τοῦ δέοντος καιρου εξ… μίσθωσις εἰς ἔτη δ ἀπὸ τοῦ κδ ἔτους ἐδαφῶν