Ancient Greek
P.Lips. 1 123
Documentary Papyri, P.Lips. 1 123
Not analysed yet
παρὰ Φιλίσκου στρατηγοῦ Μενδησίου. ἀναγραφὴ ὑπομνηματισμῶν καταχωρισθέντων εἰς τὴν ἐν Πατρικοῖς βιβλιοθήκην τοῦ εἰκοστοῦ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ Κυρίου. εἰσὶ δέ· ἀπὸ κα Ἁδριανοῦ ἕως Τῦβι κα τόμος α, καὶ ἀπὸ κβ Τῦβι ἕως Μεχεὶρ ε τόμος α, καὶ ἀπὸ ϛ Μεχεὶρ ἕως κα τοῦ αὐτοῦ μηνὸς τόμος α καὶ ἀπὸ κβ Μεχεὶρ ἕως ι Φαρμοῦθι τόμος α γίνεται ὁμοῦ τόμοι δ. ἔτους κ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαρμοῦθι κ. Δ… ἔχω τοὺς προκειμένους ὑπομνηματισμοὺς ἐν τόμοις τέσσαρσι Μᾶρκος Οὔλπιος Φαίνιππος Τρυφωνιανὸς βιβλιοφύλαξ. παρελήφθησαν διὰ τῶν προαιρετῶν οἱ προκίμενοι τόμοι τέσσαρες, γίνεται τόμοι δ. ἔτους εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαρμοῦθι εἰκάδι. τόμοι δ. ἀποχὴ βιβλιοφύλακος τῆς ἐν Πατρικοῖς βιβλιοθήκης …ἀπὸ Ἁδριανοῦ κα ἕως Φαμενὼθ δ ἐν τόμοις δ.