Ancient Greek
P.Lips. 1 15
Documentary Papyri, P.Lips. 1 15
Not analysed yet
π. . . ρεὺς Χινύχιος Ἑρμοπολείτης ἀναγραφόμενος ἐπʼ ἀμφόδου πόλεως λιβὸς ὡς ἐτῶν μθ οὐλὴ δακτύλῳ μικρῷ ἀριστερᾶς χειρὸς Ἑρμάμμωνι Ἑρμαίου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ἀπέσχον παρά σου τιμῆς ἀρούρης ἡμίσους ἀφʼ ὧν πέπρακα Χινύχι Πορεμάνθιος γενήματος τοῦ ἐνεστῶτος ἔτους ἐν τῷ Περὶ Πόλιν ἄνω περὶ Θοτέως, μεθʼ ἃς ἀπέσχεν παρά σου διὰ χειρὸς ὁ αὐτὸς Χινῦχις ἀργυρίου δραχμὰς ὀκτὼ ,καὶ νῦν τὰς λοιπὰς τῆς τιμῆς ἀργυρίου δραχμὰς εἴκοσι ὀκτὼ ,τῶν δημοσίων …