Ancient Greek
P.Lips. 1 2
Documentary Papyri, P.Lips. 1 2
Not analysed yet
βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς Θεῶν Φιλομητόρων ἔτους ιϛ ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Θῶθ κα ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Τιτῶς Πατοῦτος Περσίνη ὡς ἐτῶν ξ μέση μελίχρως μακροπρόσωπος εὐθύριν μετὰ κυρίου τοῦ ἑαυτῆς πρεσβυτέρου υἱοῦ Ψεννήσιος τοῦ Ἁρσιήσιος Πέρσου τῆς ἐπιγονῆς ὡς ἐτῶν ν μέσου μελάνχρωτος ὑποκλάστου ἀναφαλάντου μακροπροσώπου εὐθυρίνου, ὀφθαλμὸν δεξιὸν βεβλαμμένου ἀπὸ τῆς ὑπαρχούσης αὐτῇ καὶ τοῖς ἀδελφοῖς γῆς σιτοφόρου ἀδιαιρέτου ἐν τῇ ταινίᾳ Παθύρεως λεγομένης Πκρῶ Κοήτιος τὸ ἐπιβάλλον αὐτῇ μέρος οὗ γείτονες νότου γῆ Σλήπιος, βορρᾶ γῆ Πανᾶτος, ἀπηλιώτου ποταμὸς, λιβὸς γῆ Ἁραμῆτος ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Πετεαρσεμθεὺς Πανοβχούνιος ὡς ἐτῶν μ χαλκοῦ δραχμὰς χιλίας διακοσίας. προπωλήτρια καὶ βεβαιώτρια τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Τιτῶς ἡ ἀποδομένη ἣν ἐδέξατο Πετεαρσεμθεὺς ὁ πριάμενος. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα.