Ancient Greek
P.Lips. 1 21
Documentary Papyri, P.Lips. 1 21
Not analysed yet
ὑπατείας Φλαυίων Ἀντωνίου τοῦ λαμπροτάτου καὶ Συαγρίου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου. Φλαυίῳ Ἰσιδώρῳ βενεφικιαρίῳ τάξεως ἡγεμονίας Θηβαίδος παρὰ Αὐρηλίου Λαμαθε Πόλλωνος ἀπὸ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης. βούλομαι ἑκουσίως καὶ αὐθαιρέτως μισθώσασθαι παρά σου ἀπὸ καρπῶν τῆς εὐτυχοῦς ἐννάτης ἰνδικτίονος τὸ ὑπάρχον σοι ἕκτον μέρος ἀπὸ ἀρουρῶν τεσσάρωνἡμίσους ἢ ὅσαι ἐὰν ὦσι ἐν τῷ ἕλει περὶ Θύνειν κατὰ κοινωνίαν Κοννάρου κοινωνοῦ ἐπὶ τῶν λοιπῶν μερῶν φόρου ἀποτάκτου κατʼ ἔτος κριθῆς ἀρταβῶν τεσσάρων καὶ ἀχύρου σιτίνου σαργάνιον ἓν ὅνπερ φόρον μετρήσω σοι τῷ Ἐπὶφ μηνὶ ἑκάστου ἔτους ἀνυπερθέτως ἐν ὀσπρέοις νέοις καθαροῖς κεκοσκινευμένοις …ω… …μο… …ε…το… μίσθωσις Λαμαθε Πόλλωνος …ω.