Ancient Greek
P.Lips. 1 24
Documentary Papyri, P.Lips. 1 24
Not analysed yet
……ος Ἀμμωνίου ἀ… …ειν ὧν ἐὰν αἱρῇ ……παρέξομέν σοι τὴν ἡμίσειαν πάντων τῶν ἐκβησομένων καρπῶν, ἡμῶν ἐπιγιγνωσκόντων τά τε σπέρματα καὶ τὰ παντοῖα ἀναλώματα ἀπὸ κατασπορᾶς μέχρι συνκομιδῆς καὶ αὐτῆς, τῶν δημοσίων παντοίων τελεσμάτων ὄντων πρὸς σὲ τὸν γεοῦχον. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Θῶθ κε. Ἀυρήλιοι Παῦλος Ἀθηνοδώρου καὶ Σερῆνος Τιθοῆτος καὶ Πινουτίων Χώνσιος ἐμισθωσάμεθα ὡς πρόκειται. ὁ αὐτὸς Παῦλος ἔγραψα ὑπὲρ τῶν κοινωνῶν μου γράμματα μὴ εἰδότων. …ωρ…