Ancient Greek
P.Lips. 1 26
Documentary Papyri, P.Lips. 1 26
Not analysed yet
……Νέαρχον ……οι ἀλλ…ηατ…ς… εἰς ἡμᾶς ἀφήλικας ὄντας …ας …τούτου ἔχαμεν κοινῶς ἔδοξεν δὲ ἡμῖν σήμερον ἐνήλιξι γενομένοις τούτων διαίρεσιν ποιήσασθαι πρὸς τὸ ἕκαστον γνῶναι τὴν διαφέρουσαν αὐτῷ μοῖραν κυριεύειν ἐπὶ τὸ διηνεκές, κατὰ τοῦτο ὁμολογοῦμεν ἑκουσίᾳ καὶ αὐθαιρέτῳ καὶ ἀμετανοήτῳ γνώμῃ διῃρῆσθαι πρὸς ἑαυτοὺς ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον κυρίως καὶ ἀναφαιρέτως, καὶ λελογχέναι ἐμὲ μὲν Νέαρχον Εὐστέφιον ἐκ μητρὸς Εὐθιάδος οἰκογενοῦς ἡμῶν δούλης γεωργὸν τὴν τέχνην καὶ Νεῖλον ὀνηλάτην, ἐμὲ δὲ Εὐδόξιον Σαραπίωνα ἐκ μητρὸς Σιλβανῆς οἰκογενοῦς ἡμῶν δούλης ταρσικάριον τὴν τέχνην καὶ Ἔρωτα γεωργόν. ἐντεῦθεν οὖν ἕκαστον κρατεῖν καὶ κυριεύειν ἧς ἔλαχεν μερίδος ἀπὸ τοῦ νῦν εἰς τὸν ἅπαντα χρόνον δεσποτικῷ δικαίῳ καὶ χρᾶσθαι καὶ οἰκονομεῖν καὶ διοικεῖν ὡς ἐὰν βουληθῇ ἀκωλύτως διὰ τὸ ἐπὶ τούτοις ἡμᾶς συντεθεῖσθαι πρὸς ἑαυτούς. ἡ ὁμολογία ἤτοι διαίρεσις κυρία, ἣν καὶ δισσὴν ἐξεδόμεθα πρὸς τὸ παρʼ ἑκατέρῳ μέρει εἶναι μοναχὸν καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ὑπατείας τῆς προκειμένης Μεσορὴ κγ. Αὐρήλιος Νέαρχος ὁ προκείμενος συμφωνεῖ μοι καὶ εὐδοκῶ πᾶσι τοῖς προγεγραμμένοις ὡς πρόκειται. Αὐρήλιος Εὐδόξιος ὁ προκείμενος συμφωνεῖ μοι καὶ εὐδοκῶ πᾶσι τοῖς προγεγραμμένοις ὡς πρόκειται. διʼ ἐμοῦ Δωροθέου ἐγράφη.