Ancient Greek
P.Lips. 1 42
Documentary Papyri, P.Lips. 1 42dupl
Not analysed yet
ὑπατείας Φλαυίων Τατιανοῦ τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ συμμάχου τοῦ λαμπροτάτου ἀπο επάρχου Αὐρηλίῳ Κύρῳ Φιλάμμωνος ἐνάρχῳ νυκτοστρατήγῳ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης παρὰ Αὐρηλίου Πλουσίου Ἑρμοδώρου Κυ… δημοσίου ἰατροῦ τῶν ἐν τῷ ὡρισμένῳ ἀριθμῷ τῶν δοκίμων. Αὐρηλίου Παπνουθίου Ἑρμίνου ὑπηρέτου ἀμφοτέρων ἀπὸ τῆς αὐτῆς πόλεως ἐκ λιβέλλων ἐπιδοθέντων τῇ σῇ ἐπιεικίᾳ ὑπὸ Πινουτίωνος Διοσυ… ἄρξαντος βουλευτοῦ τῆς αὐτῆςπόλεωςδηλοῦντος ἐπέλευσιν πεπονθεναι καὶ ἀξιοῦντος προσφωνηθῆναι τὴν κυρίαν διάθεσιν αὐτοῦ. διὰ τοῦτο ἐγὼ ὁ ἰατρὸς συμπαραλαβὼν τὸν αὐτὸν ὑπηρέτην πρὸς αὑτὸν …παραγενόμενοι προσφωνοῦμεν ἐγὼ μὲν ὁ ἰατρὸς ἐπιτεθεωρηκέναι ἐπὶ μὲν τῆς εὐωνύμου ὀφρύος οἴδημα μετὰ πελιώματος καὶ ἐπὶ τοῦ εὐωνύμου μηλου οἴδημα μετὰ πελιώματος καὶ ἐπὶ τῆς ῥινὸς τοῦ εὐωνύμου μέρους ψέαγμα καὶ ἐπὶ τῶν ὄρχεων ἤτοι κρεμαστήρων οἴδημα, ἐγὼ δὲ ὁ ὑπηρέτης ἐπηκολουθηκέναι καὶ ἑωρακέναι τὰς …πληγάς. …οὖν ἐπιδεδώκαμεν τῇ σῇ ἐπιεικίᾳ τῆσδε τῆς προσφωνήσεως τὰ βιβλία, ἵνʼ ἰδῇς καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν Φαρμοῦθι …Αὐρήλιος Πλούσιος δημόσιος ἰατρὸς προσφωνῶ ὡς πρόκειται. Αὐρήλιος Παπνοῦθις Ἑρμίνου ὁ προκείμενος ἐπηκολούθησα ὡς πρόκειται. Αὐρήλιος Φιβίων Φίβιος ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ παρόντος γράμματα μὴ εἰδότος.