Ancient Greek
62.1.24 to 62.2.16
Documentary Papyri, P.Lips. 1 62.1.24-62.2.16
Not analysed yet
μετὰ τὴν ὑπατείαν Ῥιγχομήρου καὶ Κλεάρχου τῶν λαμπροτάτων. Κλαύδιος Ἆπις πολιτευόμενος Ἀντινόου πόλεως χρυσώνης ἐπαρχείας Θηβαίδος ἑξῆς ὑπογράφων Αὐρηλίῳ Φιλάμμωνι Ἑρμοῦ βουλευτῇ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης ὑποδέκτῃ χρυσοῦ τιρώνων χαίρειν. ἀκολούθως τοῖς προσταχθεῖσι ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Φλαυίου Οὐλπίου Ἐρυθρίου ὑπεδεξάμην παρά σου καὶ νῦν ὑπὲρ τῆς σῆς πολιτείας ἀπὸ λόγου χρυσοῦ τιρώνων τῶν ἀπὸ ϛ ἕως θ ἰνδικτιόνων καὶ αὐτῆς χρυσοῦ λίτρας δέκα πέντε καὶ οὐγκίας ἓξ μετὰ τῆς ὁρισθείσης ὀμβρύζης καὶ τοῦ ἀναλώματος καὶ ἐξεδόμην σοι ταύτην τὴν ἀποχὴν κυρίαν οὖσαν πανταχοῦ ἐπιφερομένην καὶ ἐπερωτηθεὶς ὡμολόγησα. οὕτως ἡ καταβολή· διὰ μὲν σοῦ τοῦ ὑποδέκτου λίτρας ιγ οὐγκίας δ διὰ Δωροθέου καὶ Ζηνοδότου λίτρας β οὐγκίας β. Κλαύδιος Ἆπις ὁ προκείμενος χρυσώνης ὑπεδεξάμην διὰ σοῦ καὶ τῶν ῥιπαρίων χρυσοῦ λίτρας δέκα πέντε οὐγκίας ἓξ γίνεται χρυσοῦ λίτραι ιε οὐγκίαι ϛ μετὰ τῆς ὀμβρύζης καὶ τοῦ ἀναλώματος καὶ ἐξέδωκά σοι ταύτην τὴν ἀποχὴν ὡς πρόκειται. μετὰ τὴν ὑπατείαν Ῥιγχομήρου καὶ Κλεάρχου τῶν λαμπροτάτων. Κλαύδιος Ἆπις Σαίτιος πολιτευόμενος Ἀντινόου πόλεως χρυσώνης ἐπαρχείας Θηβαίδος ἐξῆς ὑπογράφων Αὐρηλίῳ Φιλάμμωνι Ἑρμοῦ βουλευτῇ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης ὑποδέκτῃ χρυσοῦ χαίρειν. ἀκολούθως τοῖς προσταχθεῖσι ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Φλαυίου Οὐλπίου Ἐρυθρίου ὑπεδεξάμην παρά σου καὶ νῦν ὑπὲρ τῆς σῆς πολιτείας ἀπὸ λόγου χρυσοῦ τιρώνων τῶν ἀπὸ ϛ ἕως θ καὶ αὐτῆς ἰνδικτιόνων χρυσοῦ λίτρας δέκα ὀκτὼ γίνεται χρυσοῦ λίτραι ιη μετὰ τῆς ὁρισθείσης ὀμβρύζης καὶ τοῦ ἀναλώματος καὶ ἐξεδόμην σοι ταύτην τὴν ἀποχὴν πρὸς ἀσφάλειαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Κλαύδιος Ἆπις ὁ προκείμενος χρυσώνης ὑπεδεξάμην χρυσοῦ λίτρας δέκα ὀκτὼ γίνεται χρυσοῦ λίτραι ιη μετὰ τῆς ὀμβρύζης καὶ τοῦ ἀναλώματος καὶ ἐξέδωκά σοι τὴν ἀποχὴν ὡς πρόκειται. καὶ ἀπὸ ἐνταγίων Χούιτος χρυσώνου ὁμοίως διαφόρων τίτλων καὶ διαφόρων ἰνδικτιόνων οὕτως ὡς ἑξῆς δηλοῦται. Χοῦις χρυσώνης Φιλάμμωνι ὑποδέκτῃ χρυσοῦ Ἑρμοῦ πόλεως. ὑπεδεξάμην παρά σου ὑπὲρ τῆς σῆς πολιτείας χρυσοῦ λίτρας τριάκοντα ὀκτὼ οὐγκίας τρεῖς ὀμβρύζης καὶ ἀναλώματος γίνεται χρυσοῦ λίτραι λη οὐγκίαι γ διαφόρων τίτλων χωρὶς διαστολῶν ἀκύρων οὐσῶν ἑτέρων ἐνταγίων ἀπὸ ἰνδικτίονος ιγ καὶ ἀπὸ ιδ ἰνδικτίονος καὶ λοιπάδων· ἀπεστάλησαν εἰς τοὺς θείους θησαυροὺς Ἁθὺρ η πεντεκαιδεκάτης ἰνδικτίονος, εἴτε ἐν σταθμῷ εἴτε ἐν νομισματίοις. Χοῦις χρυσώνης σεσημείωμαι χρυσοῦ καθαροῦ λίτρας τριάκοντα ὀκτὼ οὐγκίας τρεῖς γίνεται χρυσοῦ λίτραι λη οὐγκίαι γ μόνας.