Ancient Greek
P.Lips. 1 7
Documentary Papyri, P.Lips. 1 7
Not analysed yet
ἔτους ι Χοίακ κϛ ἐν Κροκοδίλων πόλει ἐπὶ Πανίσκου ἀγορανόμου τῆς ἄνω τοπαρχίας τοῦ Παθυρίτου. κατέβαλεν Πανεβχοῦνις Τοτοέους καὶ Πετεαρσεμθεὺς ὁ τούτου υἱὸς τῶν ἐκ Παθύρεως Χαιρήμονι Πανίσκου τῶι καὶ Ἐριενούφει Ψεμμίνιος Πέρσηι τῶν μισθοφόρων ἱππέων χαλκοῦ δραχμὰς τετρακισχιλίας πεντακοσίας τὰς ἐπιβληθείσας αὐτοῖς ἀπὸ συγγραφῆς δανείου, ἧς ἔθετο Πατοῦς Ὥρου ὁ τῆς τοῦ προγεγραμμένου Πανεβχούνιος μητρὸς πατρὴ Νεάνδρῳ Νεάνδρου τῶι τῆς Χαιρήμονος μητρὸς πατρὶ διὰ τοῦ ἐν τῆι Κροκοδίλων πόλει ἀρχείου τοῦ λγ ἔτους Χοίακ α ἐπὶ Πτολεμαίου ἀγορανόμου, ὁμοίως δὲ καὶ ἀπὸ τοῦ ἐπιβάλλοντος μέρους Σεννήσει τῆι τοῦ Πατοῦτος θυγατρὶ τοῦ δηλουμένου δανείου ὅ ἐστιν χαλκοῦ δραχμὰς τρισχιλίας ἑξακοσίας ,τὸ δὲ πᾶν χαλκοῦ τάλαντον ἓν δραχμὰς δισχιλίας ἑκατὸν καὶ παρὼν ἐπὶ τοῦ ἀρχείου ὁ Χαιρήμων ἀνωμολογήσατο ἀπέχειν τὸ τοῦ χαλκοῦ τάλαντον α δραχμὰς Βρ καὶ μηδὲν ἐγκαλεῖν αὐτοῖς περὶ τῆς τοῦ δανείου δηλουμένης συγγραφῆς παρευρέσει ᾑτινιοῦν. Πανίσκος κεχρημάτικα. ἔτους ι Χοίακ κϛ. ἔτους ι Χοίακ κϛ. κατέβαλεν Πανεβχοῦνις καὶ Πετεαρσεμθεὺς ὁ υἱὸς Χαιρήμονι χαλκοῦ τάλαντον α δραχμὰς Βρ.