Ancient Greek
P.Lips. 1 83
Documentary Papyri, P.Lips. 1 83
Not analysed yet
ἔτους δ τῶν Κυρίων ἡμῶν Οὐαλεριανοῦ καὶ Γαλλιηνοῦ Σεβαστῶν Μεσορὴ λ. Αὐρήλιοι Ἀμμωνιανὸς καὶ Κάστωρ γυμνασιαρχήσαντες καὶ Ἡραΐσκος ἀρχιερατεύσας καὶ κληρονόμοι Μέλανος γυμνασιαρχήσαντος δεκάπρωτοι ϛ καὶ η τοπαρχιῶν Θεμίστου μερίδος. ἐμετρήθησαν ἐπὶ θησαυροῦ κώμης Θεαδελφίας ἀπὸ γενήματος δ ἔτους ὑπὲρ φόρων δ ἔτους ὑπὲρ τῆς αὐτῆς κώμης μέτρῳ δημοσίῳ ξυστῷ ὀνόματος Ὀννώφρεως ἱερέως πυροῦ ἀρτάβας τριάκοντα γίνονται πυροῦ ἀρτάβαι λ.