Ancient Greek
84.4.23 to 84.6.11
Documentary Papyri, P.Lips. 1 84.4.23-84.6.11
Not analysed yet
γίνεται τάλαντον α. Φαμενὼθ λ ὁμοίως Λέων γυμνασίαρχος ὑπὲρ Ἑρμιόνης συμβίου τάλαντον α δραχμὰς Αυ, περὶ πόλιν ἄνω ὑπὲρ ἑαυτοῦ τάλαντα γ, Πατρὴ κάτω ὑπὲρ ἑαυτοῦ καὶ Ἑρμιόνης δραχμὰς …π, Πατεμίτου ἄνω τάλαντα β δραχμὰς Δκ περὶ πόλιν …ὑπὲρ ἑαυτοῦ καὶ Ἑρμιόνης δραχμὰς υ γίνεται τάλαντα …. ιθ ἔτους καὶ ιη ἔτους καὶ ια ἔτους Φαρμοῦθι β περὶ πόλιν ἄνω τιμῆς πυροῦ γενήματος ιζ ἔτους καὶ ιϛ ἔτους καὶ ἐνάτου Λέων γυμνασίαρχος δραχμὰς Αφ, περὶ πόλιν κάτω διὰ ἑαυτοῦ καὶ τῆς συμβίου ἐπὶ τὸ αὐτὸ δραχμὰς Γτ γίνονται δραχμαὶ Δω. Φαρμοῦθι γ περὶ πόλιν ἄνω ὁμοίως Λέων διὰ Πολυδεύκους ἰδίου τάλαντον ἓν καὶ δραχμὰς δισχιλίας ἑξακοσίας γίνονται τάλαντον α δραχμαὶ Βχ. καὶ ὁμοίως περὶ πόλιν κάτω ὁ αὐτὸς δραχμὰς χιλίας ὀκτακοσίας γίνονται δραχμαὶ Αω. Φαρμοῦθι δ διεγράφη τοπαρχίας Λευκοπυργίτου κάτω ὑπὸ Πόλλωνος ὀνόματος Αὐρηλίου Ἀχιλλέως γεωργοῦ ὑπὲρ γενήματος ιϛ καὶ ιε καὶ η ἔτους …το ιζ ἔτους καὶ ιϛ ἔτους καὶ θ ἔτους δραχμαὶ υ. ιθ ἔτους καὶ ιη ἔτους καὶ ια ἔτους Φαρμοῦθι ε Πατρὴ κάτω τιμῆς πυροῦ γενήματος ιζ ἔτους καὶ ιϛ ἔτους καὶ ἐνάτου οὐσίας ἀμερίστου διὰ Ἀχιλλέως τοῦ καὶ Ἑρμοδώρου δραχμὰς χιλίας ἑξακοσίας γίνονται δραχμαὶ Αχ. Φαρμοῦθι ιγ ὁμοίως ἐπὶ τὸ αὐτὸ διὰ τοῦ αὐτοῦ δραχμὰς πεντακισχιλίας πεντακοσίας γίνονται δραχμαὶ Εφ. ιθ ἔτους καὶ ιη ἔτους καὶ ια ἔτους Παχὼν …περὶ πόλιν κάτω φόρου ἀποτάκτου ε ἰνδικτίονος δραχμὰς χιλίας πεντακοσίας . ιθ ἔτους καὶ ιη ἔτους καὶ ια ἔτους Παῦνι β Πατεμίτου ἄνω φόρου ἀποτάκτου ε ἰνδικτίονος Λέων γυμνασιάρχης δραχμὰς χιλίας ἑξακοσίας δώδεκα γίνονται δραχμαὶ Αχιβ. Παῦνι ιϛ Πατρὴ κάτω ὁμοίως Λέων γυμνασίαρχος ὑπὲρ Ἑρμιόνης συμβίου καὶ ἑαυτοῦ τάλαντα δύο γίνεται τάλαντα β. Παῦνι λ Πατρὴ κάτω φόρου ἀποτάκτου ε ἰνδικτίονος Λέων γυμνασίαρχος ὑπὲρ Ἑρμιόνης τῆς καὶ Θαΐβιος συμβίου δραχμὰς δισχιλίας τετρακοσίας γίνονται δραχμαὶ Βυ.