Ancient Greek
P.Lips. 1 85
Documentary Papyri, P.Lips. 1 85
Not analysed yet
μετὰ τὴν ὑπατείαν Δομετίου Μοδέστου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Φλαυίου Ἀρεινθέου τοῦ λαμπροτάτου κόμιτος μαγίστρου στρατιωτῶν. Αὐρήλιοι Σαραπάμμων Πεκύσιος καὶ Παῆσις Διο… καὶ Μ… καὶ Ὧρος Μέλανος καὶ Βεν…ν Ἀμμωνίου καὶ Σιλβανὸς Τιμοθέου καὶ Σόιτος Παμούνιος οἱ πάντες ἀπὸ κωμαρχῶν καὶ σιτολόγων κώμης Μαγδώλων Μιρὴ τοῦ Ἑρμουπολίτου Αὐρηλίῳ Διδύμῳ …ον…ς ῥαβδούχῳ ἀπὸ τῆς αὐτῆς κώμης Μαγδώλων Μιρὴ χαίρειν. τὸν κατενεχθέντα ἡμῶν ὄνον ἀπὸ τῶν μετάλλων ὀν …ιας τῶν δημοσίων σιρῶν λευκ…ν …οὗ ῥαβδοῦχος γέγονας …ὁμολογοῦμεν ἀπειληφέναι παρά σου καὶ μηδένα λόγον ἔχειν πρός σε περὶ τούτου. ἡ ἀποχὴ κυρία καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Τῦβι η. οἱ προκείμενοι ἀπὸ κώμης Μαγδώλων Μιρὴ παρειλήφαμεν τὸν ὄνον ὡς πρόκειται. Αὐρήλιος Ταυρίνος ἀπὸ τῆς αὐτῆς κώμης ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων καὶ …