Ancient Greek
124.1.1 to 124.4.49
Documentary Papyri, P.Lips. 2 124.1.1-124.4.49
Not analysed yet
……ειμ…ματος …ασιν …ηθεντα …εἰς τὴν ἱππικὴν πρόσοδον καθηκόντων -οἱ δὲ γραμματεῖς τοὺς τοιούτους παραγράφουσιν τὰς κατὰ καιρὸν γινομένας εἰσφορὰς καὶ τἆλλα παρὰ τὸ δέον -,ἵνα μηθὲν τοιοῦτο γίνηται, ἀπαρενόχλητοι δὲ κατασταθέντες μετέχωσι τῆς παρʼ ὑμῶν εὐεργεσίας ἀκολούθως τοῖς περὶ αὐτῶν πρότερον προστεταγμένοις, ὡσαύτως δὲ καὶ τοὺς ἄλλους τοὺς μὴ τετελεκότας ἕως τοῦ λβ ἔτους μὴ παρενοχλεῖν κατὰ τὰ καὶ νῦν προστεταγμένα. ποιῆσαι τοῖς ἕως τοῦ νῦν μεταβεβηκόσι. κ… τῶν ὑφʼ ἡμῶν πεφιλανθρωπημένων ἐν τῶι κδ ἔτει προστέτακται ἀπαιτεῖν εἰς τὴν ἱππικὴν πρόσοδον τὰ ἐκ τοῦ σπόρου, τῶν δὲ τὴν ὄλυραν ἐσπαρκότων παραδέχεσθαι ἐκ β 𐅵ἀρταβῶν, οἱ δὲ παρὰ τοῦ διοικητοῦ …α τὰ προστεταγμένα. τῶν μὲν …δεχθηι, εἰς δὲ τὸ λοιπὸν …ἀκολούθως τοῖς πεφιλανθρωπημένοις. ποιῆσαι …διαφόρους. καὶ ἐπεὶ πρότερον μὲν ἐτελοῦμεν τὰ εἰς τὴν ἱππικὴν πρόσοδον καθήκοντα ἐκ τῶν σπόρων κατὰ τὰς γενομένας γεωμετρίας, ἐν τῶι κδ ἔτει ἐπὶ τοῦ ἀδελφοῦ, βασιλεῦ μέγιστε, ἐστάθη ἐπὶ Διοσκουρίδου του διοικήσαντος λαμβάνεσθαι παρʼ ἡμῶν χωρὶς τῆς Θηβαίδος μυριάδας κδ Γφοζ εἰς ὃ τῶν λαμβανομένων κλήρων εἰς τὸ βασιλικὸν παρεδέχοντο οἱ παρὰ τοῦ διοικητοῦ γραμματεῖς τὰ ἐπιβάλλοντα κατʼ ἔτος ἐξ ὧν συνήγοντο τῶν ἕως τοῦ κϛ ἔτους ἐπὶ σοῦ, βασιλεῦ, ἀρτάβαι Ηω, τῶν δὲ καταλειπομένων μυριάδων κγ Δψοζ τελουμένων παρʼ ἡμῶν θλιβόμενοι καθʼ ὑπερβολὴν καὶ ἐν τῆι τούτων παραδόσει διὰ τὰς ὑποδειχθείσας αἰτίας ἠξιώσαμέν σε ἐν τῶι κϛ ἔτει κουφίσαι τε ἡμᾶς καὶ ἔτι προσδοῦναι τοὺς προσληφθέντας καὶ τοὺς ἐπεσομένους, πρὸς τρίτον δὲ προσταχθέντος προσθεῖναι ἡμῖν τὰ καθήκοντα τῶν προσειλημμένων εἰς τὴν κατοικίαν μετὰ τὸ σταθῆναι τὸ κεφάλαιον ἐν τῶι κδ ἔτει ὑπὸ τοῦ Διοσκουρίδου ἐν οἷς νομοῖς ἐτελεῖτο ἐπιγραφὴ τὰς μεγίστας σοι χάριτας ἔσχομεν. ἐν δὲ τῶι λ ἔτει …εἰσδ… ἐκ τῶν κακοσχολῶς ὑπὸ τῶν παρʼ αὐτοῦ γραμματέων παραδεχθέντων καὶ οἰηθέντος τὰς ἤδη ἀντανειρημένας ὑπʼ αὐτῶν ἕως τοῦ κϛ ἔτους ἀρτάβας Ηω πάλι προσάγειν διὰ τὸ προσδοθῆναι ἡμῖν τοὺς προγεγονότας καὶ ἐξ…σαμένους προσταχθῆναι ἀκολούθως συναναγκάσαντός τε τοὺς πρὸς ταῖς συντάξεσιν ἡμῶν ἀναδέξασθαι σὺν ἄλλοις οὐκ εὐγνώμοσιν καὶ τοῦτο τὸ κεφάλαιον, καὶ παρʼ αὐτὸν τὸν καιρὸν μεταλαβόντες ἀντείπαμεν διειληφότες ἀλλότριον εἶναι τὸ διασαφούμενον τῆς δεδομένης παρʼ ὑμῶν χάριτος καὶ νῦν δὲ ἀξιοῦμεν βεβαιώσαντας τὰς προεπικεχωρημένας ἡμῖν παρʼ ὑμῶν εὐεργεσίας καὶ ἐμβλέψαντας εἰς τὰς τῶν γραμματέων εὑρησιλογίας καὶ διότι τῶν κλήρων