Ancient Greek
P.Lips. 2 126
Documentary Papyri, P.Lips. 2 126
Not analysed yet
……ματα…αιρεται τὰ τοῦ Ἰσιείου ἀναβάντος δʼ ἐμοῦ ἐκ τῆς πόλεως εὗρον αὐτοὺς ὑποτεθεικότας Σιλόιτι χαλκοῦ ταλάντων γ. οὕτως ἠξιώθην ὑπό τινων συνλελύσθαι αὐτοῖς. νυνὶ δὲ οἱ προγεγραμμένοι καταγνόντες τῶι εἶναί με ἐν ἀγρῶι ἐπιβαλόντες ἐπὶ τοὺς θησαυρούς καὶ λύσαντες ᾤχοντο ἔχοντες εἰς χαλκοῦ τάλαντα ι ἀργυρίου ἐπισήμου δραχμὰς μ. ἀξιῶι ἀσφαλισάμενον τοὺς προγεγραμμένους ἐξαποστεῖλαι ἐπὶ τὸν στρατηγόν, ὅπως μὴ διαφύγωσιν ἀθῷοι ἱερόσυλοι ὄντες. εὐτύχει.