Ancient Greek
P.Lips. 2 129
Documentary Papyri, P.Lips. 2 129
Not analysed yet
ἔτους λζ Καίσαρος Παχὼν ια ἔτους ἑβδόμου καὶ τριακοστοῦ τῆς Καίσαρος κρατήσεως μηνὸς Πανέμου ια Παχὼν ια ἐν κώμῃ Κερκεήσει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ἐμίσθωσεν Σιγῆσις Παώπιος Ζωίλῳ Ὥρου Πέρσῃ τῆς ἐπιγονῆς τὰς ὑπαρχούσας αὐτῷ ἐν δυσὶν σφραγῖσι ἀρούρας ἑπτὰ ἐν τῷ Κρίτωνος λεγομένῳ καὶ ἐκ τοῦ ὑποδοχίου Κολοφωνίου λεγομένου ἄλλας ἀρούρας δύο ὥστε εἶναι ἐπὶ τὸ αὐτὸ ἀρούρας ἐννέαεἰς ἔτη πέντε ἀπὸ τοῦ εἰσιόντος λη ἔτους Καίσαρος ἀντὶ δὲ τῶν τούτων δημοσίων πάντων καὶ τῆς εἰκοσιδραχμείας καὶ τῆς μονοδεσμείας χόρτου. καὶ τῆς μισθώσεως τῷ ἐσχάτῳ ἔτει παραδώσει τὰς ἐπιγενομένας ἀρούρας δύο χόρτῳ εἰς κατάβρωμα προβάτων καὶ τὴν γῆν καθαρὰν ἀπὸ θρύου ἀργώστεως πάσης δείσης ἀπ…ωτη ἔτους λζ Καίσαρος Παχὼν ια. κεχρημάτισται διὰ Πτολεμαίου νομογράφου Κερκεήσεως. Ζωίλος Ὥρου μεμίσθωμαι παρὰ Σιουῆριος Παώτιος τὰς ὑπαρχούσας αὐτῷ ἐν δυσὶ σφραγῖσι περὶ Τεβτῦνιν ὧν καὶ αὐτὸς ἐγεώργησα περὶ Τεβτῦνιν δημοσίαν γῆν ἐν τῷ Κρίτωνος λεγογμένῳ ἀρούρας ἑπτὰ καὶ ἐκ τοῦ πρὸς νότον μέρους Κολοφωνίου λεγομένου ὑποδοχίου ἄλλας ἀρούρας δύο ὥστε εἶναι ἐπὶ τὸ αὐτὸ ἀρούρας ἐννέα εἰς ἔτη πέντε ἀπὸ τοῦ εἰσιόντος ὀκτωκαιτριακοστοῦ ἔτους Καίσαρος ἀντὶ τῶν τούτων δημοσίων καὶ τῆς εἰκοσιδραχμίας καὶ μονοδεσμίας χόρτου. καὶ τῷ ἐσχάτῳ ἔτει τῆς μισθώσεως παραδώσω τὰς δύο ἀρούρας ἐκ τοῦ ὑποδοχείου ἀναπεπαυμένας εἰς κατάβρωμα βοῶν καὶ τὴν γῆν καθαρὰν ἀπὸ θρύου καὶ ἀγρώστεως πάσας τὰς ἀρούρας …με…ω… πης εκα…πρόκειται