Ancient Greek
P.Lips. 2 136
Documentary Papyri, P.Lips. 2 136
Not analysed yet
Ἀπολλωνίωι στρατηγῶι Ἀπολλωνοπολίτου Ἑπτακωμίας παρὰ Ἑργέως πρεσβυτέρου Θοτσύτμιος καὶ Σενήσιος Πετεησεπῶτος τῶν ἀπὸ τῆς μητροπόλεως. τοῦ κυρίου ἡμῶν Ἁδριανοῦ Καίσαρος ὁμόσε ταῖς ἄλλαις εὐεργεσίαις στήσαντος τὴν βασιλικὴν καὶ τὴν δημοσίαν καὶ οὐσιακὴν γῆν κατʼ ἀξίαν ἑκάστην καὶ οὐκ ἐκ τοῦ παλαιοῦ προστάγματος γεωργεῖσθαι, αὐτοὶ δὲ βεβαρημένοι πολλῷ χρόνῳ δημοσίοις βασιλικὴν γῆν, τοῦ δὲ Ἑργέως περὶ γραμματείαν πόλεως ἄρουραν α ιϛ ἀνὰ γ ιβ, ἀνὰ γ δ ἄρουρας δ η ιϛ ἀνὰ β 𐅵ἀρούρας δ καὶ περὶ κωμογραμματείαν Πώεως ἀνὰ ε 𐅵ἀρούρας η ιϛ ἀνὰ β ιβ ἀρούρας …καὶ περὶ κωμογραμματείαν Τερύθεως ἀνὰ β 𐅵ιβ ἀρούρας α, τῆς δὲ Σενήσιος περὶ γραμματείαν πόλεως ἀνὰ γ ιβ ἀρούρας η καὶ μόγις τυχὼν ταύτης τῆς εὐεργεσίας ἐπιδίδωμι τὸ ἀναφόριον εἰς τὰς προκειμένας ἀρούρας ἀνὰ α κδ, παραδεχομένης μοι ἀβρόχου καὶ ἡμισείας ἐπηντλημένης. ἔτους β Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Τῦβι ιδ. Ἑργεὺς πρεσβύτερος Θοτσύτμιος καὶ Σενῆσις Πετεησεπῶτος ἐπιδεδώκαμεν ὡς πρόκειται. ἔγραψα Παχομβ Παχομψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα.