Ancient Greek
113_1.81 to 113_1.119
Documentary Papyri, P.Lond. 1 113_1.81-119
Not analysed yet
τοῦ λοιποῦ μηδένα λόγον ἔχειν πρὸς σὲ περὶ τούτου ἢ μέρους δικαίου κατὰ μηδένα τρόπον καὶ συμφωνεῖ μοι πάντα τὰ προγεγραμμένα ὡς πρόκειται καὶ τὸ πρόστιμον τῶν τεσσάρων οὐγκίων τοῦ χρυσίου καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ ἀναγνοὺς καὶ ὑπογράψας χειρὶ ἐμῇ ἀπέλυσα. Αὐρήλιος Οὐαλεντῖνος υἱὸς Λικιννιανοῦ ὁ προγεγραμμένος πεποίημαι τήνδε τὴν ὁμολογίαν τῆς διαλύσεως πρὸς σὲ τὸν Φλάουιον Δελμάτιον τὸν καὶ Οὐαλεντῖνον τρακωνάριον καὶ ὁμολογῶ μηδένα λόγον ἔχειν πρὸς σὲ προφάσει τῶν νῦν δοθέντων σοι παρʼ ἐμοῦ χρυσίνων ἓξ λόγῳ διαλύσεως ἧς ἐποιήσαμην πρὸς σὲ περὶ οὗ σύ μοι πρὸ τούτου πέπρακας πέμπτου μέρους πραγμάτων διαφόρων κατὰ τὴν δύναμιν ἧς ἐποιήσου μοι πράσεως καὶ συμφωνεῖ μοι πάντα τὰ προγεγραμμένα ὡς πρόκειται καὶ τὸ πρόστιμον τῶν τεσσάρων οὐγκίων τοῦ χρυσίου καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ ἀναγνοὺς καὶ ὑπογράψας χειρὶ ἐμῇ ἀπέλυσα. Φλάουιος Μάξιμος ὁ καὶ Εὐλόγιος στρατιώτης τοῦ προγεγραμμένου ἀριθμοῦ υἱὸς Ἀφουᾶ μαρτυρῶ τῇδε τῇ ὁμολογίᾳ τῆς διαλύσεως καὶ ἐπὶ παρουσίᾳ ἐμῇ παρεσχέθη παρὰ Οὐαλεντίνῳ τῷ ἐμῷ ἑτέρῳ Δελματίῳ τῷ καὶ Οὐαλεντίνῳ τὰ διαλυτικὰ ἓξ χρύσινα ὡς πρόκειται. Φλάουιος Εὐτρόπιος… στρατιώτης τοῦ προγεγραμμένου ἀριθμοῦ μαρτυρῶ τῇδε τῇ ὁμολογίᾳ τῆς διαλύσεως καὶ ἐπὶ παρουσίᾳ ἐμῇ παρεσχέθη παρὰ Οὐαλεντίνου τῷ ἐμῷ ἑτέρῳ Δελματίῳ τῷ καὶ Οὐαλεντίνῳ τὰ διαλυτικὰ ἓξ χρύσινα ὡς πρόκειται. Φλάυιος Εἰσαπόλλον ὁ καὶ Εὔφραντις φλαβιάλιος τοῦ προγεγραμμένου ἀριθμοῦ μαρτυρῶ τῇδε τῇ ὁμολογίᾳ τῆς διαλύσεως καὶ ἐπὶ παρουσίᾳ ἐμῇ παρεσχέθη παρὰ Οὐαλεντίνου τῷ ἐμῷ ἑτέρῳ Δελματίῳ τῷ καὶ Οὐαλεντίνῳ τὰ διαλυτικὰ ἓξ χρύσινα ὡς πρόκειται. Ἀβραάμιος πρεσβύτερος καὶ οἰκονόμος τῆς ἁγίας καθολικῆς ἐκκλησίας τῆς Ἀρσινοειτῶν πόλεως …κενων υἱὸς …μαρτυρῶ τῇδε τῇ ὁμολογίᾳ τῆς διαλύσεως καὶ ἐπὶ παρουσίᾳ ἐμῇ παρεσχέθη παρʼ Οὐαλεντίνου Φλαουείῳ Δελματίῳ τῷ καὶ Οὐαλεντίνῳ στρατιώτῃ τὰ διαλυτικὰ ἓξ χρύσινα ὡς πρόκειται. …πρεσβύτερος καὶ οἰκονόμος τῆς ἁγίας καθολικῆς ἐκκλησίας τῆς Ἀρσινοιτῶν πόλεως καλουμένης Απα…ος υἱὸς Εὐλογίου μαρτυρῶ τῇδε τῇ ὁμολογίᾳ τῆς διαλύσεως καὶ ἐπὶ παρουσίᾳ ἐμῇ παρεσχέθη παρὰ Οὐαλεντίνου τῷ Φλαουείῳ Δελματίῳ τῷ καὶ Οὐαλεντίνῳ στρατιώτῃ τὰ διαλυτικὰ ἓξ χρύσινα ὡς πρόκειται Αὐρήλις Φοιβάμμων …τῆς Ἀρσινοειτῶν πόλεως μαρτυρῶ τῇδε τῇ ὁμολογίᾳ διαλύσεως καὶ ἐπὶ παρουσίᾳ ἐμῇ παρεσχέθη παρὰ Οὐαλεντίνου τῷ Φλαουίῳ Δελματίῳ τῷ καὶ Οὐαλεντίνῳ στρατιώτῃ τὰ διαλυτικὰ ἓξ χρύσινα ὡς πρόκειται. Αὐρήλιος …δημοτης τῆς Ἀρσινοειτῶν πόλεως μαρτυρῶ τῇδε τῇ ὁμολογίᾳ