Ancient Greek
P.Lond. 1 p. 223-224 no. 113 (11 a)
Documentary Papyri, P.Lond. 1 113_11A
Not analysed yet
ἐγὼ Ἀπολλὼς υἱὸς Ἀντωνίου σπογγοκέφαλος ἀπὸ κώμης Ἀρράβων τοῦ Ἀρσινοίτου νομοῦ σοι αβρααμίῳ Ἑβρείῳ υἱῷ Θεοδότου ἀπὸ τῆς Ἀρσινοϊτῶν πόλεως ἑτοίμως ἔχω ἀλλάξαι σοι τὰ ὀξίδια τῶν ἑκατὸν εἴκοσι ὀκτὼ κοῦρι τοῦ οἴνου ῥύσεως ἕκτης ἰνδικτίονος ἕως τοῦ Τῦβι μηνὸς καὶ τὸν ἀντʼ αὐτοῦ οἶνον εὐάρεστον δώσω σοι ἀπὸ ῥύσεως ἑβδόμης ἰνδικτίονος σὲ δὲ ἀποκερδαίνειν τὸν ὄξον ἕκτης ἰνδικτίονος ὡς ἔδοξεν μεταξὺ ἡμῶν ἐγράφη μηνὶ Θὼθ ιθ ϛ ἰνδικτίονος διʼ ἐμοῦ Ἠλιᾶ συμβολαιογράφου