Ancient Greek
P.Lond. 1 p. 215-217 no. 113 (6 c)
Documentary Papyri, P.Lond. 1 113_6C
Not analysed yet
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ Σωτῆρος ἡμῶν Φαῶφι ε …ἰνδικτίονος ἐν Ἀρσινόῃ. τῷ λαμπροτάτῳ Γεροντίῳ χαρτουλαρίῳ οὐσίας Θεοδοσίου τοῦ ἐνδοξοτάτου στρατηλάτου ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως Αὐρήλιοι Ἀβραάμιος υἱὸς Λαῆυ καὶ Ἀμοῦν υἱὸς Δαυὶτ ἀπὸ ἐποικίου Κουεισαν τοῦ Θεοδοσιουπολίτου νομοῦ χαίρειν. ὁμολογοῦμεν ἐσχηκέναι ἡμᾶς παρὰ τῆς σῆς λαμπρότητος διὰ χειρὸς εἰς ἰδίαν ἡμῶν χρείαν χρυσίου νομισμάτιον ἓν ἥμισυ ὡς νομιτεύται χρυσίου νομισμάτιον α 𐅵ὡς νομιτεύται, ἐγὼ μὲν Ἀβραάμιος νομισμάτιον ἥμισυ, ἐγὼ δὲ Ἀμοῦν τὸ ἓν · α νόμισμα κεφαλαίου, ὃν παρʼ ἡμῖν εἰς τιμὴν χόρτου ξηροῦ κομητικοῦ πρωτοκόπου εὐαρέστου, τελείου δέματος, τῇ φαινομένῃ τιμῇ ἀτοκεί · τὴν δὲ ἀπόδοσιν αὐτῶν ποιησόμεθα αὐτῇ τῷ καιρῷ ἐκ τῶν σὺν θεῷ καρπῶν εἰσιούσης δεκάτης ἰνδικτίονος ἐν τῷ ἐποικίῳ ἀναμφιβόλως ἐξ ὑπαρχόντων ἡμῶν πάντων καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιος Ἀβραάμιος υἱὸς Λαῆυ καὶ Ἀμοῦν υἱὸς Δαυὶτ οἱ προκείμενοι στοιχεῖ ἡμῖν ὡς πρόκειται χμγ χμγ di emu Georgiu