Ancient Greek
P.Lond. 2 p. 200-201 no. 139 a
Documentary Papyri, P.Lond. 2 139A
Not analysed yet
ἀντίγραφον ἀπουχῆς Χαιρήμων Σωκράτους Πεταῦτι καὶ Πεθέι καὶ Μαρρήους γεωργοῖς χαίρειν. ἀπέχω παρʼ ὑμῶν τὰ ἐκφόρια ὧν γεωργεῖτε μου κλήρου γενήματος η ἔτους ὑμῶν ἐχόντων τὰ σπέρματα τοῦ θ ἔτους κατὰ μηδέν μου ἐλαττουμένου ὑπὲρ ὧν ὀφείλει μοι Μαρρῆς Πετοσίριος ἕτερα ἐκφόρια. ἔτους η Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Καισαρείου λ