Ancient Greek
P.Lond. 2 p. 253 no. 144
Documentary Papyri, P.Lond. 2 144
Not analysed yet
χαίροις κύριέ μου Ἀθηνόδωρε Ἀλέξανδρός σε ἀσπάζομαι. παρακαλῶ νωθρευσαμένου μου καὶ ἀσιτήσαντος ἡμέρας δύο ὥστε με μετὰ τῶν νομαρχῶν μηδὲ συνδειπνῆσαι ἐξαιρέτως καὶ τοῦ παιδαρίου μου ἀπὸ τοῦ Ἀρσινοίτου ἀσθενήσαντος μέχρι σήμερον μετὰ τῶν ἐπιτηδείων μοι μὴ παρόντος διὸ παρακαλῶ προνοῆσαι ὀνάριον ἵνα δυνηθῇ τὸ παιδάριον μου ἐλθεῖν πρός με μετὰ τῶν ἐπιτηδείων δέομαι οὖν κύριέ μου μὴ ἀφεῖναι με ἐπὶ ξένης ἀδιαφορηθῆναι …